Συνολικές προβολές σελίδας

Τρίτη 9 Μαΐου 2023

ΕΠΙΛΟΓΗ ΑΠΟ ΨΑΛΜΟΥΣ ΤΟΥ ΔΑΒΙΔ

 



 

 

Ψαλμός 4ος,3

 

- Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνα τι ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

 

Ψαλμός 11ος, 6

 

- ’Απὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

 

Ψαλμός 13ος,1

 

- Είπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός. 

 

Ψαλμός 14ος,5

 

- Ο ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ἀθῴοις οὐκ ἔλαβεν.

 

Ψαλμός 33ος,11

 

- Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. 

 

Ψαλμός 34ος,1

 

- Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.

 

Ψαλμός 35ος,9

 

- ‘Ότι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

 

Ψαλμός 36ος, 30

 

- Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

 

 

 

Ψαλμός 37ος,2

 

- Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

 

Ψαλμός 37ος,22,23

 

- Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

 

Ψαλμός 40ος,1

 

- Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

 

Ψαλμός 48ος,3

 

- Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 






Ψαλμός 53ος,1

 

- Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

 

Ψαλμός 59ος,12

 

- Έν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

 

Ψαλμός 64ος,5

 

- Έπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν.

 

Ψαλμός 70ος,4

 

- ‘Ο Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.

 

 

 

 

Ψαλμός 71ος,12,13

 

- Ότι ἐῤῥύσατο πτωχὸν ἐκδυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός.Φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει.

 

Ψαλμός 75ος,1

 

- Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.

 

Ψαλμός 85ος,7

 

-  Έν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου.

 

Ψαλμός 85ος,11

 

- Όδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.

 

Ψαλμός 102ος,15,16

 

- Άνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

 

Ψαλμός 105ος,3

 

- Μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.

 

Ψαλμός 110ος,10

 

- Άρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

 

Ψαλμός 115ος,3

 

- Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκ έμοι;

 

 

 

 

Ψαλμός 117ος,6

 

- Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

 

Ψαλμός 139ος,1

 

- Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.

 

Ψαλμός 143ος,4

 

- Άνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.

 

 

 


 

 

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου